Καθὰ τὸ Live Science φησὶ, ὦ φίλοι, τὰ ἀπομένοντα ἐρείπια ἐνὸς ἐκ τῶν ὑδραγωγίων, ὧν ὁ Ἁδριανὸς ἐποίησεν ἐν τῇ Τενέᾳ, ἐν τῷ προτέρῳ ηὑρέθησαν. Τὸ ὑδραγώγιον ὕδωρ ἤγαγεν ὑπὲρ τὰ πεντήκοντα μίλια, ἐκ τῆς λίμνης τῆς Στυμφαλίας πρὸς βορρᾶν εἰς Κόρινθον. Ἡ τοῦ ὑδραγωγίου δομὴ ἦν 100 πόδες τὸ μῆκος τε καὶ 10 τὸ ὕψος, ἐξ οὗ τὸ ὕδωρ ἔθει διὰ ἀγωγοῦ, ὅν ἐν εἰκόνι ὁρᾶτε.
Πρὸς τούτοις καὶ ἴχνη οἰκισμοῦ πόλεως ηὑρέθησαν ἅ ἀμφὶ τὰ 5000 ἔτη κατὰ τοὺς ἀρχαιολόγους ἐστὶν, ἀλλὰ καὶ ὀψιανοὶ λὶθοι ὑάλου, ὄργανα οἰκοδομίας, ἀδριάντες, καπνοφόροι ἀγωγοὶ καμίνων, ἔλαιον καὶ σμικρὴ νεκρόπολις..
Ὥσπερ ὁρᾶτε, ὦ φίλοι, οὐ μόνον καλοὺς ἀνδριάντας καὶ οἰκοδομήματα οἱ ἡμῶν πρόγονοι ἐποίουν ἀλλὰ καὶ ἔργα ἄξια θαυμασμοῦ ὥσπερ τὸ ἐν λόγῳ ἔργον, ὅ χαλεπώτατον ἐν ἐκείνοις τοῖς χρόνοις ἦν. Οὐκ ἦν ῥᾴδιον ὕδωρ διὰ ἀγωγῶν εἰς ἀπόστασιν πεντήκοντα μιλίων ἄγειν. Οἱ ἡμῶν πρόγονοι ὅμως καὶ τοῦτο ἐποίησαν.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top