Τὴν εἰκόνα τὴνδε ἐκ τοῦ 1956 ὁρᾶτε, ὦ φίλοι, ἐν ᾗ τὸ "τηλέφωνον τοῦ αὔριον" εἰκονίζεται, ἐν τῷ περιοδικῷ Mechanix Illustrated, ὅ ἐν τοῖς γνωστοῖς ἐν ἐκείνῳ τῷ χρόνῳ κατὰ τὴν οἰκουμένην ἦν. Δῆλον ὅτι, οὕτως οἱ τότε ἐφαντάσθησαν τὸ τηλέφωνον τοῦ αὔριον!!
Κἀγὼ μέμνημαι τὸ τηλέφωνον τόδε, ἐφ’ οὗ καὶ τὰ πλῆκτρα ἦσαν, δι’ ὧν τὸν ἀριθμὸν ἐπελέγομεν.
Ἀλλὰ, ὦ φίλοι, πόσον μᾶλλον διάφορα τὰ τηλέφωνα τὰ νῦν ἐστιν; Ἄνευ συρμάτων ὄντα καὶ πρὸς τοῦτο καὶ ὑπολογισταὶ εἰσὶν καὶ χάρται ὁδοιπορικοὶ καὶ μηχαναὶ φωτογραφικαὶ καὶ ἕτερα ἄλλα, ὡς ἴστε. Εἰς οἷον τῆς τέχνης, ὡς ἀληθῶς, τὰ νῦν ἐσμὲν;
Ὁρῶν οὖν τὴν εἰκόνα τὴνδε, πειρῶμαι λογίσασθαι πῶς ἄν τὰ τοῦ 2050 τηλέφωνα εἴη καὶ οὐ δύναμαι περὶ τούτου οὐδὲν φαντάζεσθαι...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top