Καίπερ οὐκ οἶδα πότερον πλασταὶ διηγήσεις ἤ ἀληθεὶς λόγοι οἱ μῦθοι τοῦ Ὀμήρου εἰσὶν, θέλγουσιν οὐ μόνον τὸν ἐμὸν νοῦν ἀλλὰ καὶ ἄλλων πολλῶν ἀνθρώπων. 
Ἐν τῷ ἕκτῳ τῆς Ἰλιάδος βιβλίῳ ἔστιν ἡ διήγησις τοῦ μύθου τοῦ Ἡρακλέους υἱοῦ Τηλέφου, καθ’ ὅν ὁ Τήλεφος ἐπὶ τὸν τρώσαντα αὐτὸν Ἀχιλλέα ἐλθὼν, παρεκάλεσεν αὐτὸν ἰᾶσθαι. 
Ἐν εἰκὸνι, ἐν τῇ δεξιᾷ πλευρᾷ, τὸν Ἀχιλλέα ὁρῶμεν τὸν τετρωμένον Τήλεφον ἰώμενον, ὅς τὸ τραῦμα ἐποίησεν διὰ τῆς ῥύπης τῆς λόγχης αὐτοῦ, καὶ ἐν τῇ ἀριστερᾷ τὸ μαντεῖον προλέγων τῷ Ἀχιλλεῖ ὅτι μόνον μετὰ τοῦ Τηλέφου ὡς ὁδηγοῦ οἷον τ’ ἐστιν αὐτὸν εἰς Τροὶαν ἀφικέσθαι. 
Ἴσως, φίλοι, ἕν εἶδος ὁμοιοπαθείας τοῦτο ἐστὶν καθ’ ὅν τὸ ὅμοιον διὰ τοῦ ὁμοίου ἰᾶται ὡς ἐν τῷ μύθῳ τῷδε ἐγένετο. Ὁμοιπαθητικὴ τὰ νῦν καλεῖται καὶ εἰ οὕτως ἔχει, ἐν τῷ μὺθῳ ὁρῶμεν τὸν ἰατρὸν Μαχάωνα συμβουλεύοντα τῷ Ἀχιλλεῖ ὅπως μετὰ τῶν ῥύπων τοῦ ἰδίου παλτοῦ, δι’ οὐ τὸν Τήλεφον ἔτρωσεν, ἰᾱσθαι τὸ τραῦμα. Ἡ τῆς ὁμοιαθητικῆς ἀρχὴ ἤ οὔ; Οὕτως ἐμοὶ δοκεῖ.. 
Τοῦτο ἐστὶ τὸ αἴτιον έξ οὗ ἀρχόμενος τὴν διὴγησιν, εἶπον ὑμῖν ὃτι οὐκ οἶδα εἰ πλαστοὶ λόγοι οἱ μῦθοι εἰσὶν. Ἀεὶ γὰρ ἐν αὐτοῖς εἰσιν μάλα τοῖς ἀνθρώποις ὠφέλιμοι λόγοι, οἵτινες ἀληθεὶς εἰσιν. Θαυμάσιον δέ τὸ κάλλος τῆς εἰκόνος μοι δοκεῖ.. 
Ἐπὶ τὸ ἡμερὴσιον ἔργον ὥρα μοι τρέπεσθαι.. 
Ἀγαθὴ ὡς ἡμέρα ἥδε ὑμῖν τοῖς πᾶσιν γενέσθω.. 
Εἰς αὖθις τῆς ἑσπέρας..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top